Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.244 Joseph. AJ 17.249 (English) >>Joseph. AJ 17.254

17.247καὶ μανίαν καὶ λογισμῶν ἔκστασιν κατακρίνειν ἀνδρὸς βασιλέως, υἱεῖ μὲν ἀγαθῷ τὴν διαδοχὴν καταλελοιπότος, πίστει δὲ τῇ αὐτοῦ προσπεφευγότος· οὔτʼ ἁμαρτάνειν Ἡρώδην ποτὲ περὶ κρίσιν τοῦ διαδόχου σωφροσύνῃ κεχρημένον ἐπὶ τῇ Καίσαρος γνώμῃ τὰ πάντα ποιεῖσθαι. 17.248

Καὶ Νικόλαος μὲν τοιάδε διελθὼν καταπαύει τὸν λόγον· Καῖσαρ δὲ Ἀρχέλαον προσπεσόντα αὐτῷ πρὸς τὰ γόνατα φιλοφρόνως τε ἀνίστη φάμενος ἀξιώτατον εἶναι τῆς βασιλείας πολλήν τε ἀπέφαινε τροπὴν γνώμης τῆς αὐτοῦ οὐκ ἄλλα πράξειν, ἀλλʼ ὁπόσα αἵ τε διαθῆκαι ὑπηγόρευον καὶ Ἀρχελάῳ συνέφερεν. 17.249οὐ μέντοι γε ἐκεκύρωτο οὐδέν, ὡς ἂν ἐχεγγύῳ παραδείγματι χρώμενον ἐπʼ ἀδείας Ἀρχέλαον εἶναι. καὶ διαλύσεως τῶν ἀνδρῶν γενομένης ἐσκοπεῖτο καθʼ αὑτόν, εἴτε Ἀρχελάῳ τὴν βασιλείαν ἐπικυρωτέον, εἴτε νομὴν αὐτῆς ποιεῖσθαι παντὶ τῷ Ἡρώδου γένει καὶ ταῦτα πάντων πολλῆς ἐπικουρίας δεομένων. 17.250

Πρότερον δὲ κύρωσίν τινα τούτων γενέσθαι Μαλθάκη τε Ἀρχελάου μήτηρ νόσῳ τελευτᾷ καὶ παρὰ Οὐάρου τοῦ Συρίας στρατηγοῦ παρῆν γράμματα τὴν Ἰουδαίων ἀπόστασιν διασαφοῦντα· 17.251τοῦ γὰρ Ἀρχελάου μετὰ τὸν ἔκπλουν ἐθορυβήθη τὸ πᾶν ἔθνος. καὶ Οὔαρος αὐτὸς ἐπεὶ παρὼν ὡς τοὺς αἰτίους τῆς κινήσεως τιμωρίᾳ περιβαλὼν καὶ τοῦ πολλοῦ τῆς στάσεως ἐπίσχεσιν ποιησάμενος πολλῆς γενομένης ἐπʼ Ἀντιοχείας τὴν ἀναζυγὴν ἐποιεῖτο, τάγμα ἓν τῆς στρατιᾶς ἐν Ἱεροσολύμοις λειπόμενος τὴν Ἰουδαίων νεωτεροποιίαν ἐπιστομιοῦντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.244 Joseph. AJ 17.249 (English) >>Joseph. AJ 17.254

Powered by PhiloLogic